previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς μέν φασιν ἕτεροι μετὰ τέτταρα καὶ εἴκοσιν ἔτη τῶν Τρωικῶν, οἱ δὲ μετὰ ἑπτὰ καὶ εἴκοσι πρὸς ταῖς ἑκατόν, ὅτε τὴν ἀποικίαν οἱ Ἀθηναῖοι ἐς Ἰωνίαν ἔστειλαν, οἱ δὲ ἑξήκοντα καὶ ἑκατὸν ἔτη γεγονέναι μετὰ τὴν Τροίαν ἐπὶ Ὅμηρόν τέ φασι καὶ Ἡσίοδον, ὅτε δὴ ᾆσαι ἄμφω ἐν Χαλκίδι τὸν μὲν τὰ ἑπτὰ ἔπη τὰ περὶ τοῖν Αἰάντοιν καὶ ὡς αἱ φάλαγγες αὐτοῖς ἀραρυῖαί τε ἦσαν καὶ καρτεραί, τὸν δὲ τὰ πρὸς τὸν ἀδελφὸν τὸν ἑαυτοῦ Πέρσην, ἐν οἷς αὐτὸν ἔργων τε ἐκέλευσεν ἅπτεσθαι καὶ γεωργίᾳ προσκεῖσθαι, ὡς μὴ δέοιτο ἑτέρων, μηδὲ πεινῴη. καὶ ἀληθέστερα, ξένε, περὶ τῶν Ὁμήρου χρόνων ταῦτα, ξυντίθεται γὰρ αὐτοῖς Πρωτεσίλεως. δύο γοῦν ποιητῶν ὕμνον ποτὲ εἰπόντων ἐς αὐτὸν ἐνταυθοῖ καὶ ἀπελθόντων ἤρετό με ἥρως ἀφικόμενος, ὅτῳ αὐτῶν ψηφιζοίμην, ἐμοῦ δὲ τὸν φαυλότερον ἐπαινέσαντος, καὶ γὰρ μᾶλλον ἔτυχέ με ᾑρηκώς, γελάσας Πρωτεσίλεωςκαὶ Πανίδης’, εἶπενἀμπελουργέ, ταὐτόν σοι πέπονθεν: Χαλκίδος γὰρ τῆς ἐπ᾽ Εὐρίπῳ βασιλεὺς ὢν ἐκεῖνος Ἡσιόδῳ κατὰ Ὁμήρου ἐψηφίσατο καὶ ταῦτα τὸ γένειον μεῖζον ἔχων σύ.’ γέγονε μὲν δή, ξένε, ποιητὴς Ὅμηρος καὶ τὰ ποιήματα ἀνθρώπου ταῦτα καὶ τὰ ὀνόματα ᾔδει καὶ τὰ ἔργα ξυνελέξατο [p. 195] μὲν ἐκ τῶν πόλεων, ἃς ἕκαστοι ἦγον, ἐπῆλθε μὲν γὰρ περὶ τὴν Ἑλλάδα μετὰ χρόνον τῶν Τρωικῶν οὔπω ἱκανὸν ἐξαμαυρῶσαι τὰ ἐν τῇ Τροίᾳ, ἔμαθε δὲ αὐτὰ καὶ τρόπον ἕτερον δαιμόνιόν τε καὶ σοφίας πρόσω: ἐς Ἰθάκην γάρ ποτε τὸν Ὅμηρον πλεῦσαί φασιν ἀκούσαντα, ὡς πέπνυται ἔτι ψυχὴ τοῦ Ὀδυσσέως καὶ ψυχαγωγίᾳ ἐπ᾽ αὐτὸν χρήσασθαι, ἐπεὶ δὲ ἀνελθεῖν τὸν Ὀδυσσέα, μὲν ἠρώτα αὐτὸν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: