previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

... ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,
ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.

Πισθέταιρος

αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μέν᾽ ἥσυχος,
1200ἔχ᾽ ἀτρέμας: αὐτοῦ στῆθ᾽: ἐπίσχες τοῦ δρόμου.
τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότ᾽ εἶ.

Ἶρις

παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.

Πισθέταιρος

ὄνομα δέ σο. τί ἐστι; πλοῖον κυνῆ;

Ἶρις

Ἶρις ταχεῖα.

Πισθέταιρος
Πάραλος Σαλαμινία;

Ἶρις

1205τί δὲ τοῦτο;

Πισθέταιρος
ταυτηνί τις οὐ συλλήψεται
ἀναπτόμενος τρίορχος;

Ἶρις
ἐμὲ συλλήψεται;
τί ποτ᾽ ἐστὶ τουτὶ τὸ κακόν;

Πισθέταιρος
οἰμώξει μακρά.

Ἶρις

ἄτοπόν γε τουτὶ πρᾶγμα.

Πισθέταιρος
κατὰ ποίας πύλας
εἰσῆλθες ἐς τὸ τεῖχος μιαρωτάτη;

Ἶρις

1210οὐκ οἶδα μὰ Δί᾽ ἔγωγε κατὰ ποίας πύλας.

Πισθέταιρος

ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
σφραγῖδ᾽ ἔχεις παρὰ τῶν πελαργῶν;

Ἶρις
τί τὸ κακόν.

Πισθέταιρος

οὐκ ἔλαβες;

Ἶρις
ὑγιαίνεις μέν;

Πισθέταιρος
οὐδὲ σύμβολον
1215ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;

Ἶρις

μὰ Δί᾽ οὐκ ἔμοιγ᾽ ἐπέβαλεν οὐδεὶς μέλε.

Πισθέταιρος

κἄπειτα δῆθ᾽ οὕτω σιωπῇ διαπέτει
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;

Ἶρις

ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;

Πισθέταιρος

1220οὐκ οἶδα μὰ Δί᾽ ἔγωγε: τῇδε μὲν γὰρ οὔ.
ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γ᾽ οἶσθα τοῦθ᾽ ὅτι
δικαιότατ᾽ ἂν ληφθεῖσα πασῶν Ἰρίδων
ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: