Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ταῦτα πάντα ἐνθυμούμενος συνεχώρησα αὐτῷ. καὶ μετὰ ταῦτα συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτοὺς περὶ ἁπάντων, καὶ ὅρκους ἰσχυροὺς ὠμόσαμεν ἀλλήλοις, ἦ μὴν τά τε ὑπάρχοντα φανερὰ ὄντα καλῶς καὶ δικαίως διαιρήσεσθαι καὶ μηδ᾽ ὁτιοῦν πλεονεκτήσειν τὸν ἕτερον τοῦ ἑτέρου ὧν κατέλιπεν Κόμων, καὶ τἄλλα πάντα κοινῇ ζητήσειν, καὶ πράξειν μετ᾽ ἀλλήλων βουλευόμενοι ὅ τι ἂν ἀεὶ δέῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.