This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
διὰ μὲν ταύτας τὰς αἰτίας, ὦ ἄνδρες δικασταί, ἃς εἴρηκα πρὸς ὑμᾶς, ὁ Τιμόμαχος οὐκ ἠνάγκαζε παραλαμβάνειν τοῦτον τὴν ναῦν, ἔτι δὲ καὶ βουλόμενος αὐτὸς χρῆσθαι τῇ νηὶ ὡς ἄριστα πλεούσῃ. τὴν μὲν γὰρ τοῦ Θρασυλόχου τοῦ Ἀναγυρασίου τριήρη, ἐφ᾽ ἧς αὐτὸς ἔπλει, τὸν Θρασύλοχον τῷ Καλλίππῳ μισθῶσαι τὴν τριηραρχίαν ἔπεισεν, ἵν᾽ αὐτοκράτωρ ὢν ὁ Κάλλιππος τῆς νεὼς ἄγοι τὸν Καλλίστρατον: αὐτὸς δ᾽ ἀναβὰς ἐπὶ τὴν ἐμὴν ναῦν περιέπλει πανταχοῖ, ἕως ἀφίκετο εἰς Ἑλλήσποντον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.