Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
ἀλλὰ καὶ τῶν θεῶν τοὺς μὲν τῶν ἀγαθῶν αἰτίους ἡμῖν ὄντας Ὀλυμπίους προσαγορευομένους, τοὺς δ᾽ ἐπὶ ταῖς συμφοραῖς καὶ ταῖς τιμωρίαις τεταγμένους δυσχερεστέρας τὰς ἐπωνυμίας ἔχοντας, καὶ τῶν μὲν καὶ τοὺς ἰδιώτας καὶ τὰς πόλεις καὶ νεὼς καὶ βωμοὺς ἱδρυμένους, τοὺς δ᾽ οὔτ᾽ ἐν ταῖς εὐχαῖς οὔτ᾽ ἐν ταῖς θυσίαις τιμωμένους, ἀλλ᾽ ἀποπομπὰς αὐτῶν ἡμᾶς ποιουμένους.