Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[138]
πρὸ πολλοῦ δ᾽ ἂν ἐποιησάμην οἷόν τ᾽ εἶναι συνερᾶσαι τοὺς λόγους ἅπαντας τοὺς ὑπ᾽ ἐμοῦ περὶ τούτων εἰρημένους: μᾶλλον γὰρ ἂν ἄξιος οὗτος ἔδοξεν εἶναι τῆς ὑποθέσεως. οὐ μὴν ἀλλὰ σέ γε χρὴ σκοπεῖν ἐξ ἁπάντων τὰ συντείνοντα καὶ προτρέποντα πρὸς τὸν πόλεμον τοῦτον: οὕτω γὰρ ἂν ἄριστα βουλεύσαιο περὶ αὐτῶν.