[266α]
Ξένος
οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος.Θεαίτητος
τετμήσθω.Ξένος
τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δ᾽ αὖ τὰ πρὸς θεῶν, θεῖα.Θεαίτητος
ναί.Ξένος
τὰ δέ γ᾽ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφ᾽ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δ᾽ ὑπολοίπω σχεδὸν μάλιστ᾽ ἂν λεγοίσθην εἰδωλοποιικώ: καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται.