Κύκλωψ
ἄνεχε πάρεχε: τί τάδε; τίς ἡ ῥᾳθυμία;
τί βακχιάζετ᾽; οὐχὶ Διόνυσος τάδε,
205οὐ κρόταλα χαλκοῦ τυμπάνων τ᾽ ἀράγματα.
πῶς μοι κατ᾽ ἄντρα νεόγονα βλαστήματα;
ἦ πρός τε μαστοῖς εἰσι χὐπὸ μητέρων
πλευρὰς τρέχουσι, σχοινίνοις τ᾽ ἐν τεύχεσιν
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
210τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ
δάκρυα μεθήσει. βλέπετ᾽ ἄνω καὶ μὴ κάτω.
Χορός
ἰδού: πρὸς αὐτὸν τὸν Δί᾽ ἀνακεκύφαμεν
τά τ᾽ ἄστρα, καὶ τὸν Ὠρίωνα δέρκομαι.
Κύκλωψ
ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
Χορός
215πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.
Κύκλωψ
ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;
Χορός
ὥστ᾽ ἐκπιεῖν γέ σ᾽, ἢν θέλῃς, ὅλον πίθον.
Κύκλωψ
μήλειον ἢ βόειον ἢ μεμιγμένον;
Χορός
ὃν ἂν θέλῃς σύ: μὴ 'μὲ καταπίῃς μόνον.
Κύκλωψ
220ἥκιστ᾽: ἐπεί μ᾽ ἂν ἐν μέσῃ τῇ γαστέρι
πηδῶντες ἀπολέσαιτ᾽ ἂν ὑπὸ τῶν σχημάτων.
ἔα: τίν᾽ ὄχλον τόνδ᾽ ὁρῶ πρὸς αὐλίοις;
λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
ὁρῶ γέ τοι τούσδ᾽ ἄρνας ἐξ ἄντρων ἐμῶν
225στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
τεύχη τε τυρῶν συμμιγῆ γέροντά τε
πληγαῖς μέτωπον φαλακρὸν ἐξῳδηκότα.
Σιληνός
ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
Κύκλωψ
ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ᾽ ἐπύκτευσεν, γέρον;
Σιληνός
230ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ᾽ οὐκ εἴων φέρειν.
Κύκλωψ
οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;
Σιληνός
ἔλεγον ἐγὼ τάδ᾽: οἱ δ᾽ ἐφόρουν τὰ χρήματα,
καὶ τόν τε τυρὸν οὐκ ἐῶντος ἤσθιον
τούς τ᾽ ἄρνας ἐξεφοροῦντο: δήσαντες δὲ σὲ
235κλῳῷ τριπήχει κατὰ τὸν ὀφθαλμὸν μέσον
τὰ σπλάγχν᾽ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
μάστιγί τ᾽ εὖ τὸ νῶτον ἀπολέψειν σέθεν,
κἄπειτα συνδήσαντες ἐς θἀδώλια
τῆς ναὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
240πέτρους μοχλεύειν, ἢ 'ς μυλῶνα καταβαλεῖν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics