previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σιληνός
σιγήσατ᾽, τέκν᾽, ἄντρα δ᾽ ἐς πετρηρεφῆ
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.

Χορός
χωρεῖτ᾽: ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;

Σιληνός
85ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
κώπης τ᾽ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
στείχοντας ἐς τόδ᾽ ἄντρον: ἀμφὶ δ᾽ αὐχέσιν
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
κρωσσούς θ᾽ ὑδρηλούς. ταλαίπωροι ξένοι:
90τίνες ποτ᾽ εἰσίν; οὐκ ἴσασι δεσπότην
Πολύφημον οἷός ἐστιν ἄξενόν τε γῆν
τήνδ᾽ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
ἀλλ᾽ ἥσυχοι γίγνεσθ᾽, ἵν᾽ ἐκπυθώμεθα
95πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.

Ὀδυσσεύς
ξένοι, φράσαιτ᾽ ἂν νᾶμα ποτάμιον πόθεν
δίψης ἄκος λάβοιμεν εἴ τέ τις θέλει
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;

<ἔα:> τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν:
100Σατύρων πρὸς ἄντροις τόνδ᾽ ὅμιλον εἰσορῶ.
χαίρειν προσεῖπον πρῶτα τὸν γεραίτατον.

Σιληνός
χαῖρ᾽, ξέν᾽: ὅστις δ᾽ εἶ φράσον πάτραν τε σήν.

Ὀδυσσεύς
Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.

Σιληνός
οἶδ᾽ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.

Ὀδυσσεύς
105ἐκεῖνος αὐτός εἰμι: λοιδόρει δὲ μή.

Σιληνός
πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;

Ὀδυσσεύς
ἐξ Ἰλίου γε κἀπὸ Τρωϊκῶν πόνων.

Σιληνός
πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;

Ὀδυσσεύς
ἀνέμων θύελλαι δεῦρό μ᾽ ἥρπασαν βίᾳ.

Σιληνός
110παπαῖ: τὸν αὐτὸν δαίμον᾽ ἐξαντλεῖς ἐμοί.

Ὀδυσσεύς
καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;

Σιληνός
λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.

Ὀδυσσεύς
τίς δ᾽ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;

Σιληνός
Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.

Ὀδυσσεύς
115τείχη δὲ ποῦ 'στι καὶ πόλεως πυργώματα;

Σιληνός
οὐκ ἔστ᾽: ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.

Ὀδυσσεύς
τίνες δ᾽ ἔχουσι γαῖαν; θηρῶν γένος;

Σιληνός
Κύκλωπες, ἄντρ᾽ οἰκοῦντες, οὐ στέγας δόμων.

Ὀδυσσεύς
τίνος κλύοντες; δεδήμευται κράτος;

Σιληνός
120μονάδες: ἀκούει δ᾽ οὐδὲν οὐδεὶς οὐδενός.

Ὀδυσσεύς
σπείρουσι δ᾽ τῷ ζῶσι; — Δήμητρος στάχυν;

Σιληνός
γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.

Ὀδυσσεύς
Βρομίου δὲ πῶμ᾽ ἔχουσιν, ἀμπέλου ῥοάς;

Σιληνός
ἥκιστα: τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.

Ὀδυσσεύς
125φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;

Σιληνός
γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.

Ὀδυσσεύς
τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;

Σιληνός
οὐδεὶς μολὼν δεῦρ᾽ ὅστις οὐ κατεσφάγη.

Ὀδυσσεύς
αὐτὸς δὲ Κύκλωψ ποῦ 'στιν; δόμων ἔσω;

Σιληνός
130φροῦδος, πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.

load focus English (David Kovacs)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: