previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κύκλωψ
λάβ᾽, ξέν᾽, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.

Ὀδυσσεύς
γιγνώσκεται γοῦν ἅμπελος τἠμῇ χερί.

Κύκλωψ
φέρ᾽ ἔγχεόν νυν.

Ὀδυσσεύς
ἐγχέω, σίγα μόνον.

Κύκλωψ
χαλεπὸν τόδ᾽ εἶπας, ὅστις ἂν πίνῃ πολύν.

Ὀδυσσεύς
570ἰδού: λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς:
συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.

Κύκλωψ
παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.

Ὀδυσσεύς
κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
575ἢν δ᾽ ἐλλίπῃς τι, ξηρανεῖ σ᾽ Βάκχιος.

Κύκλωψ
ἰοὺ ἰού:
ὡς ἐξένευσα μόγις: ἄκρατος χάρις.
δ᾽ οὐρανός μοι συμμεμιγμένος δοκεῖ
τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
580λεύσσω τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.
οὐκ ἂν φιλήσαιμ᾽; αἱ Χάριτες πειρῶσί με.
ἅλις: Γανυμήδη τόνδ᾽ ἔχων ἀναπαύσομαι
κάλλιον τὰς Χάριτας. ἥδομαι δέ πως
τοῖς παιδικοῖσι μᾶλλον τοῖς θήλεσιν.

Σιληνός
585ἐγὼ γὰρ Διός εἰμι Γανυμήδης, Κύκλωψ;

Κύκλωψ
ναὶ μὰ Δί᾽, ὃν ἁρπάζω γ᾽ ἐγὼ 'κ τῆς Δαρδάνου.

Σιληνός
ἀπόλωλα, παῖδες: σχέτλια πείσομαι κακά.

Κύκλωψ
μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;

Σιληνός
οἴμοι: πικρότατον οἶνον ὄψομαι τάχα.

Ὀδυσσεύς
590ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
ἔνδον μὲν ἁνήρ: τῷ δ᾽ ὕπνῳ παρειμένος
τάχ᾽ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
δαλὸς δ᾽ ἔσωθεν αὐλίων πνέων καπνὸν
παρευτρέπισται, κοὐδὲν ἄλλο πλὴν πυροῦν
595Κύκλωπος ὄψιν: ἀλλ᾽ ὅπως ἀνὴρ ἔσῃ.

Χορός
πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
χώρει δ᾽ ἐς οἴκους πρίν τι τὸν πατέρα παθεῖν
ἀπάλαμνον: ὥς σοι τἀνθάδ᾽ ἐστὶν εὐτρεπῆ.

Ὀδυσσεύς
Ἥφαιστ᾽, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
600λαμπρὸν πυρώσας ὄμμ᾽ ἀπαλλάχθηθ᾽ ἅπαξ,
σύ τ᾽, μελαίνης Νυκτὸς ἐκπαίδευμ᾽, Ὕπνε,
ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
καὶ μὴ 'πὶ καλλίστοισι Τρωϊκοῖς πόνοις
αὐτόν τε ναύτας τ᾽ ἀπολέσητ᾽ Ὀδυσσέα
605ὑπ᾽ ἀνδρὸς θεῶν οὐδὲν βροτῶν μέλει.
τὴν τύχην μὲν δαίμον᾽ ἡγεῖσθαι χρεών,
τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: