Κύκλωψ
ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
τὰ δ᾽ ἄλλα κόμποι καὶ λόγων εὐμορφία.
ἄκρας δ᾽ ἐναλίας αἷς καθίδρυται πατὴρ
χαίρειν κελεύω: τί τάδε προυστήσω λόγῳ;
320Ζηνὸς δ᾽ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,
οὐδ᾽ οἶδ᾽ ὅ τι Ζεύς ἐστ᾽ ἐμοῦ κρείσσων θεός.
<ἀλλ᾽ εἴ τι τοῦδε καὶ πάροιθ᾽ ἐφρόντισα,>1
οὔ μοι μέλει τὸ λοιπόν: ὡς δ᾽ οὔ μοι μέλει
ἄκουσον: ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,
ἐν τῇδε πέτρᾳ στέγν᾽ ἔχων σκηνώματα,
325ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος
δαινύμενος ἑστιῶ τι γαστέρ᾽ ὑπτίαν,
εἶτ᾽ ἐκπιὼν γάλακτος ἀμφορέα πλέων
κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,
330δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν
καὶ πῦρ ἀναίθων, χιόνος οὐδέν μοι μέλει.
ἡ γῆ δ᾽ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ᾽ οὔ,
335καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.
ὡς τοὐμπιεῖν γε καὶ φαγεῖν τοὐφ᾽ ἡμέραν,
Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,
λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
340κλαίειν ἄνωγα: τὴν <δ᾽> ἐμὴν ψυχὴν ἐγὼ
οὐ παύσομαι δρῶν εὖ, κατεσθίων γε σέ.
ξένια δὲ λήψῃ τοιάδ᾽, ὡς ἄμεμπτος ὦ,
πῦρ καὶ πατρῷον ἅλα λέβητά θ᾽, ὃς ζέσας
σὴν σάρκα δυσφάρωτον ἀμφέξει καλῶς.
345ἀλλ᾽ ἕρπετ᾽ εἴσω, τοῦ κατ᾽ αὔλιον θεοῦ
ἵν᾽ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
Ὀδυσσεύς
αἰαῖ, πόνους μὲν Τρωϊκοὺς ὑπεξέδυν
θαλασσίους τε, νῦν δ᾽ ἐς ἀνδρὸς ἀνοσίου
ὠμὴν κατέσχον ἀλίμενόν τε καρδίαν.
350ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,
νῦν νῦν ἄρηξον: κρείσσονας γὰρ Ἰλίου
πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθη.
σύ τ᾽, ὦ φαεννὰς ἀστέρων οἰκῶν ἕδρας
Ζεῦ ξένι᾽, ὅρα τάδ᾽: εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
355ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1 Versum composuit Kovacs.