Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄρτεμις
ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης:
1390τὸ δ᾽ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
Ἱππόλυτος
ἔα:
ὦ θεῖον ὀδμῆς πνεῦμα: καὶ γὰρ ἐν κακοῖς
ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας:
ἔστ᾽ ἐν τόποισι τοισίδ᾽ Ἄρτεμις θεά.
Ἄρτεμις
ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ἱππόλυτος
1395ὁρᾷς με, δέσποιν᾽, ὡς ἔχω, τὸν ἄθλιον;
Ἄρτεμις
ὁρῶ: κατ᾽ ὄσσων δ᾽ οὐ θέμις βαλεῖν δάκρυ.
Ἱππόλυτος
οὐκ ἔστι σοι κυναγὸς οὐδ᾽ ὑπηρέτης.
Ἄρτεμις
οὐ δῆτ᾽: ἀτάρ μοι προσφιλής γ᾽ ἀπόλλυσαι.
Ἱππόλυτος
οὐδ᾽ ἱππονώμας οὐδ᾽ ἀγαλμάτων φύλαξ.
Ἄρτεμις
1400Κύπρις γὰρ ἡ πανοῦργος ὧδ᾽ ἐμήσατο.
Ἱππόλυτος
ὤμοι, φρονῶ δὴ δαίμον᾽ ἥ μ᾽ ἀπώλεσεν.
Ἄρτεμις
τιμῆς ἐμέμφθη, σωφρονοῦντι δ᾽ ἤχθετο.
Ἱππόλυτος
τρεῖς ὄντας ἡμᾶς ὤλεσ᾽, ᾔσθημαι, μία.
Ἄρτεμις
πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ἱππόλυτος
1405ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
Ἄρτεμις
ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ἱππόλυτος
ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θησεύς
ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
Ἱππόλυτος
στένω σὲ μᾶλλον ἢ 'μὲ τῆς ἁμαρτίας.
Θησεύς
1410εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
Ἱππόλυτος
ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θησεύς
ὡς μήποτ᾽ ἐλθεῖν ὤφελ᾽ ἐς τοὐμὸν στόμα.
Ἱππόλυτος
τί δ᾽; ἔκτανές τἄν μ᾽, ὡς τότ᾽ ἦσθ᾽ ὠργισμένος.
Θησεύς
δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ἱππόλυτος
φεῦ:
1415εἴθ᾽ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
Ἄρτεμις
Ἄρτεμις
ἔασον: οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν:
1420ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
σοὶ δ᾽, ὦ ταλαίπωρ᾽, ἀντὶ τῶνδε τῶν κακῶν
τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
1425δώσω: κόραι γὰρ ἄζυγες γάμων πάρος
κόμας κεροῦνταί σοι, δι᾽ αἰῶνος μακροῦ
πένθη μέγιστα δακρύων καρπουμένῳ.
ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
1430ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.