Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἱππόλυτος
ὦ γαῖα μῆτερ ἡλίου τ᾽ ἀναπτυχαί,
οἵων λόγων ἄρρητον εἰσήκουσ᾽ ὄπα.
Τροφός
σίγησον, ὦ παῖ, πρίν τιν᾽ αἰσθέσθαι βοῆς.
Ἱππόλυτος
οὐκ ἔστ᾽ ἀκούσας δείν᾽ ὅπως σιγήσομαι.
Τροφός
605ναί, πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.
Ἱππόλυτος
οὐ μὴ προσοίσεις χεῖρα μηδ᾽ ἅψῃ πέπλων;
Τροφός
ὦ πρός σε γονάτων, μηδαμῶς μ᾽ ἐξεργάσῃ.
Ἱππόλυτος
τί δ᾽, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;
Τροφός
ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
Ἱππόλυτος
610τά τοι κάλ᾽ ἐν πολλοῖσι κάλλιον λέγειν.
Τροφός
ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
Ἱππόλυτος
ἡ γλῶσσ᾽ ὀμώμοχ᾽, ἡ δὲ φρὴν ἀνώμοτος.
Τροφός
ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;
Ἱππόλυτος
ἀπέπτυσ᾽: οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
Τροφός
615σύγγνωθ᾽: ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
Ἱππόλυτος
Ἱππόλυτος
ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
620ἀλλ᾽ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος
παίδων πρίασθαι σπέρμα του τιμήματος,
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
625[νῦν δ᾽ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν
μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.]
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα:
προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
φερνὰς ἀπῴκισ᾽, ὡς ἀπαλλαχθῇ κακοῦ.
630ὁ δ᾽ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
[ἔχει δ᾽ ἀνάγκην: ὥστε κηδεύσας καλῶς
635γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,
ἢ χρηστὰ λέκτρα πενθεροὺς δ᾽ ἀνωφελεῖς
λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.]