Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θησεύς
ὤμοι ἐγὼ πόνων: ἔπαθον, ὦ τάλας,
τὰ μάκιστ᾽ ἐμῶν κακῶν. ὦ τύχα,
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
820κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός:
κατακονὰ μὲν οὖν ἀβίοτος βίου.
κακῶν δ᾽, ὦ τάλας, πέλαγος εἰσορῶ
τοσοῦτον ὥστε μήποτ᾽ ἐκνεῦσαι πάλιν
μηδ᾽ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
τίνι λόγῳ, τάλας, τίνι τύχαν σέθεν
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
πήδημ᾽ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
830αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη:
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
τύχαν δαιμόνων ἀμπλακίαισι τῶν
πάροιθέν τινος.