Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Οἰδίπους
Ἀπόλλων τάδ᾽ ἦν, Ἀπόλλων, φίλοι,
1330ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ᾽ ἐμὰ πάθεα.
ἔπαισε δ᾽ αὐτόχειρ νιν οὔτις, ἀλλ᾽ ἐγὼ τλάμων.
τί γὰρ ἔδει μ᾽ ὁρᾶν,
1335ὅτῳ γ᾽ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; Χορός
ἦν τᾷδ᾽ ὅπωσπερ καὶ σύ φῄς. Οἰδίπους
τί δῆτ᾽ ἐμοὶ βλεπτὸν ἢ
στερκτὸν ἢ προσήγορον
ἔτ᾽ ἔστ᾽ ἀκούειν ἡδονᾷ φίλοι;
1340ἀπάγετ᾽ ἐκτόπιον ὅ τι τάχιστά με,
ἀπάγετ᾽, ὦ φίλοι, τὸν μέγ᾽ ὀλέθριον
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
1345ἐχθρότατον βροτῶν. Χορός
δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
ὡς σ᾽ ἠθέλησα μηδέ γ᾽ ἂν γνῶναί ποτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.