previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;

Κρέων

ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ᾽ ἡγεμὼν
γῆς τῆσδε, πρὶν σὲ τήνδ᾽ ἀπευθύνειν πόλιν.

Οἰδίπους

105ἔξοιδ᾽ ἀκούων: οὐ γὰρ εἰσεῖδόν γέ πω.

Κρέων

τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.

Οἰδίπους

οἳ δ᾽ εἰσὶ ποῦ γῆς; ποῦ τόδ᾽ εὑρεθήσεται
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

Κρέων

110ἐν τῇδ᾽ ἔφασκε γῇ: τὸ δὲ ζητούμενον
ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.

Οἰδίπους

πότερα δ᾽ ἐν οἴκοις 'ν ἀγροῖς Λάϊος
γῆς ἐπ᾽ ἄλλης τῷδε συμπίπτει φόνῳ;

Κρέων

θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν
115πρὸς οἶκον οὐκέθ᾽ ἵκεθ᾽, ὡς ἀπεστάλη.

Οἰδίπους

οὐδ᾽ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
κατεῖδ᾽, ὅτου τις ἐκμαθὼν ἐχρήσατ᾽ ἄν;

Κρέων

θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ᾽ εἰδὼς φράσαι.

Οἰδίπους

120τὸ ποῖον; ἓν γὰρ πόλλ᾽ ἂν ἐξεύροι μαθεῖν,
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

Κρέων

λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

Οἰδίπους

πῶς οὖν λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
125ἐπράσσετ᾽ ἐνθένδ᾽, ἐς τόδ᾽ ἂν τόλμης ἔβη;

Κρέων

δοκοῦντα ταῦτ᾽ ἦν: Λαΐου δ᾽ ὀλωλότος
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.

Οἰδίπους

κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
οὕτω πεσούσης, εἶργε τοῦτ᾽ ἐξειδέναι;

Κρέων

130 ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1887)
hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: