This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
θαυμάζω δ᾽ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτ᾽ ἐνθυμεῖται μήτ᾽ ὀργίζεται, ὁρῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον, τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου. ἀλλὰ μὴν ὅτι γ᾽ οὐ στήσεται, δῆλον, εἰ μή τις κωλύσει. εἶτα τοῦτ᾽ ἀναμενοῦμεν; καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντ᾽ ἔχειν οἴεσθε καλῶς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.