This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[335δ]
συλλήβδην ἀρετῇ οἱ ἀγαθοὶ κακούς;ἀλλὰ ἀδύνατον.οὐ γὰρ θερμότητος οἶμαι ἔργον ψύχειν ἀλλὰ τοῦ ἐναντίου.ναί.οὐδὲ ξηρότητος ὑγραίνειν ἀλλὰ τοῦ ἐναντίου.πάνυ γε.οὐδὲ δὴ τοῦ ἀγαθοῦ βλάπτειν ἀλλὰ τοῦ ἐναντίου.φαίνεται.ὁ δέ γε δίκαιος ἀγαθός;πάνυ γε.οὐκ ἄρα τοῦ δικαίου βλάπτειν ἔργον, ὦ Πολέμαρχε, οὔτε φίλον οὔτ᾽ ἄλλον οὐδένα, ἀλλὰ τοῦ ἐναντίου, τοῦ ἀδίκου.παντάπασί μοι δοκεῖς ἀληθῆ λέγειν, ἔφη, ὦ Σώκρατες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.