Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[463β]
σωτῆράς τε καὶ ἐπικούρους, ἔφη.τί δ᾽ οὗτοι τὸν δῆμον;μισθοδότας τε καὶ τροφέας.οἱ δ᾽ ἐν ταῖς ἄλλαις ἄρχοντες τοὺς δήμους;δούλους, ἔφη.τί δ᾽ οἱ ἄρχοντες ἀλλήλους;συνάρχοντας, ἔφη.τί δ᾽ οἱ ἡμέτεροι;συμφύλακας.ἔχεις οὖν εἰπεῖν τῶν ἀρχόντων τῶν ἐν ταῖς ἄλλαις πόλεσιν, εἴ τίς τινα ἔχει προσειπεῖν τῶν συναρχόντων τὸν μὲν ὡς οἰκεῖον, τὸν δ᾽ ὡς ἀλλότριον;καὶ πολλούς γε.οὐκοῦν τὸν μὲν οἰκεῖον ὡς ἑαυτοῦ νομίζει τε καὶ λέγει,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.