previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4.

ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον, ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν, καὶ τὴν οὐσίαν ἀποκατέστησε τῷ προειρημένῳ, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. [2] καὶ ἄλλοι δὲ πολλοὶ τὸ παραπλήσιον πεποιηκότες διαμνημονεύονται. οὐ μόνον δὲ ἐν τῇ τῶν χρημάτων ἐπιδόσει τοιούτους αὑτοὺς παρείχοντο τοῖς γνωρίμοις, ἀλλὰ καὶ κατὰ τοὺς ἐπισφαλεστάτους καιροὺς συνεκινδύνευον. [3] καὶ γὰρ Διονυσίου τυραννοῦντος Φιντίας τις Πυθαγόρειος ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων δὲ τῆς τιμωρίας τυγχάνειν, ᾐτήσατο παρὰ τοῦ Διονυσίου χρόνον εἰς τὸ περὶ τῶν ἰδίων πρότερον βούλεται διοικῆσαι: δώσειν δ᾽ ἔφησεν ἐγγυητὴν τοῦ θανάτου τῶν φίλων ἕνα. [4] τοῦ δὲ δυνάστου θαυμάσαντος, εἰ τοιοῦτός ἐστι φίλος ὃς ἑαυτὸν εἰς τὴν εἱρκτὴν ἀντ᾽ ἐκείνου παραδώσει, προσεκαλέσατό τινα τῶν γνωρίμων Φιντίας, Δάμωνα ὄνομα, Πυθαγόρειον φιλόσοφον, ὃς οὐδὲ διστάσας ἔγγυος εὐθὺς ἐγενήθη τοῦ θανάτου. [5] τινὲς μὲν οὖν ἐπῄνουν τὴν ὑπερβολὴν τῆς πρὸς τοὺς φίλους εὐνοίας, τινὲς δὲ τοῦ ἐγγύου προπέτειαν καὶ μανίαν κατεγίνωσκον. πρὸς δὲ τὴν τεταγμένην ὥραν ἅπας δῆμος συνέδραμεν, καραδοκῶν εἰ φυλάξει τὴν πίστιν καταστήσας. [6] ἤδη δὲ τῆς ὥρας συγκλειούσης πάντες μὲν ἀπεγίνωσκον, δὲ Φιντίας ἀνελπίστως ἐπὶ τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς δρομαῖος ἦλθε, τοῦ Δάμωνος ἀπαγομένου πρὸς τὴν ἀνάγκην. θαυμαστῆς δὲ τῆς φιλίας φανείσης ἅπασιν, ἀπέλυσεν Διονύσιος τῆς τιμωρίας τὸν ἐγκαλούμενον, καὶ παρεκάλεσε τοὺς ἄνδρας τρίτον ἑαυτὸν εἰς τὴν φιλίαν προσλαβέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: