previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1.

πάντας μὲν ἴσως εἰκός ἐστι προσάντως ἀκούειν τὰς καθ᾽ ἑαυτῶν βλασφημίας: καὶ γὰρ οἱ κατὰ πᾶν ἔκδηλον ἔχοντες τὴν ἑαυτῶν κακίαν, ὥστε μηδ᾽ ἐξαρνεῖσθαι, ὅμως ψόγου τυγχάνοντες διαγανακτοῦσι καὶ λόγους εἰσφέρειν πειρῶνται πρὸς τὴν κατηγορίαν. διόπερ εὐλαβητέον ἐκ παντὸς τρόπου τὸ πράττειν τι φαῦλον πᾶσι, μάλιστα μέντοι τοῖς ἡγεμονίας ὀρεγομένοις τινος ἐπισήμου τύχης μεταλαβοῦσιν: [2] γὰρ τούτων βίος περίοπτος ὢν διὰ τὴν ἐπιφάνειαν ἐν πᾶσιν ἀδυνατεῖ κρύπτειν τὴν ἰδίαν ἄγνοιαν: ὥστε μηδεὶς ἐλπιζέτω τῶν τυχόντων ὑπεροχῆς τινος, ἂν ἐξαμαρτάνῃ μεγάλα, λήσεσθαι διὰ τέλους ἀνεπιτίμητος. καὶ γὰρ ἂν ἐν τῷ καθ᾽ ἑαυτὸν βίῳ διαφύγῃ τὸν ἀπὸ τῆς ἐπιτιμήσεως λόγον, ὕστερον ἥξειν ἐπ᾽ αὐτὸν προσδεχέσθω τὴν ἀλήθειαν μετὰ παρρησίας κηρύττουσαν τὰ πάλαι σιωπώμενα. [3] χαλεπὸν οὖν τοῖς φαύλοις τοῦ παντὸς βίου καθάπερ ἀθάνατον εἰκόνα μετὰ τὴν ἰδίαν τελευτὴν ἀπολείπειν τοῖς μεταγενεστέροις: καὶ γὰρ εἰ μηδέν ἐστι πρὸς ἡμᾶς τὰ μετὰ τὸν θάνατον, καθάπερ ἔνιοι τῶν φιλοσόφων θρυλοῦσιν, ὅμως γε προγεγενημένος βίος γίνεται πολὺ χείρων τὸν ἅπαντα τὸν αἰῶνα ἐπὶ κακῷ μνημονευόμενος. ἐμφανῆ δὲ τούτων παραδείγματα λαμβάνειν ἔξεστι τοῖς ἀναγνοῦσι τὰ κατὰ μέρος τῆσδε τῆς βίβλου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: