Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὃς σοφίᾳ πρῶτος πάντων, τούτου τρίποδ᾽ αὐδῶ.
”οἱ δέ φασιν ἄλλως ὅτι πολέμου γενομένου τοῖς Ἴωσι πρὸς ἀλλήλους, καὶ τοῦ τρίποδος παρὰ σαγηνέων ἀνενεχθέντος, ἐπερωτῆσαι τὸν θεὸν περὶ τῆς καταλύσεως τοῦ πολέμου. ἡ δὲ ἔφη,“ οὔποτε μὴ λήξῃ πόλεμος Μερόπων καὶ Ἰώνων,
πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος κάμε τεύχων,
ἐκ μέσσου πέμψητε, καὶ ἐς δόμον ἀνδρὸς ἵκηται
ὃς σοφίᾳ τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα προδέδορκεν.
” [3] ὅτι οἱ Μιλήσιοι ἀκολουθῆσαι βουλόμενοι τῷ χρησμῷ Θάλητι τῷ Μιλησίῳ τὸ ἀριστεῖον ἐβούλοντο δοῦναι: τὸν δ᾽ εἰπεῖν ὡς οὐκ ἔστι πάντων σοφώτατος, συμβουλεύειν δὲ πρὸς ἕτερον πέμπειν σοφώτερον. τούτῳ δὲ τῷ τρόπῳ καὶ τῶν ἄλλων τῶν ἑπτὰ σοφῶν ἀποποιησαμένων τὸν τρίποδα Σόλωνι δίδοσθαι δοκοῦντι πάντας ἀνθρώπους ὑπερβεβλῆσθαι σοφίᾳ τε καὶ συνέσει. τὸν δὲ συμβουλεῦσαι τοῦτον ἀναθεῖναι Ἀπόλλωνι: τοῦτον γὰρ εἶναι σοφώτερον πάντων.11
1 cf. frag. 13. 2.
The Annenberg CPB/Project provided support for entering this text.
Purchase a copy of this text (not necessarily the same edition) from Amazon.com
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.