previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24] ἢν ταῦτα, παῖ, καλῶς ἐκμάθῃςδύνασαι δέ: οὐδὲν γὰρ ἐν αὐτοῖς βαρύθαρρῶν ἐπαγγέλλομαι οὐκ εἰς μακράν σε ἄριστον ῥήτορα καὶ ἡμῖν ὅμοιον ἀποτελεσθήσεσθαι. τὸ μετὰ τοῦτο δὲ οὐκ ἐμὲ χρὴ λέγειν, ὅσα ἐν βραχεῖ παρέσται σοι τὰ ἀγαθὰ παρὰ τῆς Ῥητορικῆς. ὁρᾷς ἐμέ, ὃς πατρὸς μὲν ἀφανοῦς καὶ οὐδὲ καθαρῶς ἐλευθέρου ἐγενόμην ὑπὲρ Ξόϊν καὶ Θμοῦιν δεδουλευκότος, μητρὸς δὲ ἀκεστρίας ἐπ᾽ ἀμφοδίου τινός. αὐτὸς δὲ τὴν ὥραν οὐ παντάπασιν ἀδόκιμος εἶναι δόξας τὸ μὲν πρῶτον ἐπὶ ψιλῷ τῷ τρέφεσθαι συνῆν τινι κακοδαίμονι καὶ γλίσχρῳ ἐραστῇ. ἐπεὶ δὲ τὴν [p. 168] ὁδὸν ταύτην ῥᾴστην οὖσαν κατεῖδον καὶ διεκπαίσας ἐπὶ τῷ ἄκρῳ ἐγενόμηνὑπῆρχε γάρ μοι, φίλη Ἀδράστεια, πάντα ἐκεῖνα προεῖπον ἐφόδια, τὸ θράσος, ἀμαθία, ἀναισχυντίαπρῶτον μὲν οὐκέτι Ποθεινὸς ὀνομάζομαι, ἀλλ᾽ ἤδη τοῖς Διὸς καὶ Λήδας παισὶν ὁμώνυμος γεγένημαι. ἔπειτα δὲ γραῒ συνοικήσας τὸ πρῶτον μὲν ἐγαστριζόμην πρὸς αὐτῆς ἐρᾶν προσποιούμενος γυναικὸς ἑβδομηκοντούτιδος τέτταρας ἔτι λοιποὺς ὀδόντας ἐχούσης, χρυσίῳ καὶ τούτους ἐνδεδεμένους. πλὴν ἀλλά γε διὰ τὴν πενίαν ὑφιστάμην τὸν ἆθλον καὶ τὰ ψυχρὰ ἐκεῖνα τὰ ἐκ τῆς σοροῦ φιλήματα ὑπερήδιστά μοι ἐποίει λιμός. εἶτα ὀλίγου δεῖν κληρονόμος ὧν εἶχεν ἁπάντων κατέστην, εἰ μὴ κατάρατός τις οἰκέτης ἐμήνυσεν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: