This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[14]
ἐπεὶ δὲ καὶ ῥήτωρ αὐτὸς ἐθέλεις γενέσθαι
καὶ τοῦτο οὐκ ἂν παρ᾽ ἄλλου ῥᾷον μάθοις, ἕπου μόνον, ὦ μέλημα, οἷς ἂν εἴπω καὶ ζήλου πάντα,
καὶ τοὺς νόμους οἷς ἂν ἐπιτάξω χρῆσθαι ἀκριβῶς μοι παραφύλαττε. μᾶλλον δ᾽ ἤδη προχώρει μηδὲν ὀκνήσας μηδὲ πτοηθείς, εἰ μὴ προετελέσθης ἐκεῖνα τὰ πρὸ τῆς ῥητορικῆς, ὁπόσα ἡ ἄλλη
προπαιδεία τοῖς ἀνοήτοις καὶ ματαίοις μετὰ πολλοῦ καμάτου ὁδοποιεῖ: οὐδὲν γὰρ αὐτῶν δεήσει. ἀλλ᾽ ἀνίπτοις ποσὶν — ἡ παροιμία φησὶν — ἔμβαινε, οὐ μεῖον ἕξων διὰ τοῦτο, οὐδ᾽ ἄν, τὸ κοινότατον, μηδὲ γράφειν τὰ γράμματα εἰδῇς: ἄλλο γάρ τι παρὰ ταῦτα ὁ ῥήτωρ.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.