This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[20]
ὅπως δὲ καὶ τὸ πλῆθος τῶν λόγων
θαυμάζωσιν, ἀπὸ τῶν Ἰλιακῶν ἀρξάμενος ἢ καὶ νὴ Δία ἀπὸ τῶν Δευκαλίωνος καὶ Πύρρας γάμων, ἢν δοκῇ, καταβίβαζε τὸν λόγον ἐπὶ τὰ νῦν καθεστῶτα.
οἱ μὲν γὰρ συνιέντες ὀλίγοι, οἳ μάλιστα μὲν σιωπήσονται ὑπ᾽ εὐγνωμοσύνης: ἢν δὲ καὶ λέγωσὶ
τι, ὑπὸ φθόνου αὐτὸ δόξουσι δρᾶν. οἱ πολλοὶ δὲ
τὸ σχῆμα καὶ φωνὴν καὶ βάδισμα καὶ περίπατον
καὶ μέλος καὶ κρηπῖδα καὶ τὸ ἄττα σου ἐκεῖνο τεθήπασι, καὶ τὸν ἱδρῶτα ὁρῶντες καὶ τὸ ἆσθμα
οὐκ ἔχουσιν ὅπως ἀπιστήσουσι μὴ οὐχὶ
πάνδεινόν τινα ἐν τοῖς λόγοις ἀγωνιστὴν εἶναί σε. ἄλλως τε καὶ τὸ ταχὺ τοῦτο οὐ μικρὰν ἔχει τὴν ἀπολογίαν καὶ θαῦμα παρὰ τοῖς πολλοῖς: ὥστε ὅρα μή ποτε γράψῃς ἢ σκεψάμενος παρέλθῃς, ἔλεγχος γὰρ σαφὴς ταῦτά γε.
[p. 162]
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.