1.
Μενέλαος
ἀλλὰ ὕδωρ μέν σε γίγνεσθαι, ὦ Πρωτεῦ,
οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν,
καὶ ἐς λέοντα δὲ ὁπότε ἀλλαγείης, ὅμως οὐδὲ τοῦτο
ἔξω πίστεως: εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν θαλάττῃ
οἰκοῦντα, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ.
Πρωτεύς
μὴ θαυμάσῃς, ὦ Μενέλαε: γίγνομαι γάρ.
Μενέλαος
εἶδον καὶ αὐτός: ἀλλά μοι δοκεῖς — εἰρήσεται
γὰρ πρὸς σέ — γοητείαν τινὰ προσάγειν τῷ πράγματι
καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς
οὐδὲν τοιοῦτο γιγνόμενος.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.