1.
Ἐνιπεύς
οὐ καλὰ ταῦτα, ὦ Πόσειδον: εἰρήσεται
γὰρ τἀληθές: ὑπελθών μου τὴν ἐρωμένην εἰκασθεὶς ἐμοὶ
διεκόρευσας τὴν παῖδα: ἡ δὲ ᾤετο ὑπ᾽ ἐμοῦ ταῦτα πεπονθέναι
καὶ διὰ τοῦτο παρεῖχεν ἑαυτήν.
Ποσειδῶν
σὺ γάρ, ὦ Ἐνιπεῦ, ὑπεροπτικὸς ἦσθα καὶ
βραδύς, ὃς κόρης οὕτω καλῆς φοιτώσης ὁσημέραι παρὰ
σέ, ἀπολλυμένης ὑπὸ τοῦ ἔρωτος, ὑπερεώρας καὶ ἔχαιρες
λυπῶν αὐτήν, ἡ δὲ περὶ τὰς ὄχθας ἁλύουσα καὶ ἐπεμβαίνουσα
καὶ λουομένη ἐνίοτε ηὔχετό σοι ἐντυχεῖν, σὺ δὲ
[321]
ἐθρύπτου πρὸς αὐτήν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.