3.
Πρωτεύς
ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς
κοτύλας καὶ προσφὺς ἔχηται κατὰ τὰς πλεκτάνας, ἐκείνῃ
[300]
ὅμοιον ἀπεργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χρόαν μιμούμενος
τὴν πέτραν, ὡς ἂν λάθῃ τοὺς ἁλιέας μὴ διαλλάττων
μηδὲ φανερὸς ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ.
Μενέλαος
φασὶ ταῦτα: τὸ δὲ σὸν πολλῷ παραδοξότερον, ὦ Πρωτεῦ.
Πρωτεύς
οὐκ οἶδα, ὦ Μενέλαε, τίνι ἂν ἄλλῳ πιστεύσειας
τοῖς ἑαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν.
Μενέλαος
εἶδον: ἀλλὰ τὸ πρᾶγμα τεράστιον, ὁ αὐτὸς
πῦρ καὶ ὕδωρ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.