[4]
τί δαὶ ὑμῖν χρήσιμος ἂν γενοίμην; ἢ ποιμαίνειν
δεήσει κἀνταῦθα;
Ζεύς
οὔκ, ἀλλ᾽ οἰνοχοήσεις καὶ ἐπὶ τοῦ νέκταρος
τετάξῃ καὶ ἐπιμελήσῃ τοῦ συμποσίου.
Γανυμήδης
τοῦτο μὲν οὐ χαλεπόν: οἶδα γὰρ ὡς χρὴ
ἐγχέαι τὸ γάλα καὶ ἀναδοῦναι τὸ κισσύβιον.
Ζεύς
ἰδού, πάλιν οὗτος γάλακτος μνημονεύει καὶ
ἀνθρώποις διακονήσεσθαι οἴεται: ταυτὶ δ᾽ ὁ οὐρανός
ἐστι, καὶ πίνομεν, ὥσπερ ἔφην, τὸ νέκταρ.
Γανυμήδης
ἥδιον, ὦ Ζεῦ, τοῦ γάλακτος;
Ζεύς
εἴσῃ μετ᾽ ὀλίγον καὶ γευσάμενος οὐκέτι ποθήσεις τὸ γάλα.
Γανυμήδης
κοιμήσομαι δὲ ποῦ τῆς νυκτός; ἢ μετὰ τοῦ
ἡλικιώτου Ἔρωτος;
Ζεύς
οὔκ, ἀλλὰ διὰ τοῦτό σε ἀνήρπασα, ὡς ἅμα καθεύδοιμεν.
Γανυμήδης
μόνος γὰρ οὐκ ἂν δύναιο, ἀλλὰ ἥδιόν σοι
καθεύθειν μετ᾽ ἐμοῦ;
Ζεύς
ναί, μετά γε τοιούτου οἷος εἶ σύ, Γανύμηδες, οὕτω καλός.
Γανυμήδης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.