previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀπόλλων
τί ἂν λέγοιμεν; ὁμομητρίους, Διόνυσε, ἀδελφοὺς εἶναι Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον ἀνομοιοτάτους ὄντας τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα; μὲν γὰρ πάγκαλος καὶ τοξότης καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν: οὐκ ἂν διακρίναις εἴτ᾽ ἔφηβός ἐστιν εἴτε καὶ παρθένος: δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς Πρίαπος.

Διόνυσος
μηδὲν θαυμάσῃς, Ἄπολλον: οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, μὲν ἄρσην, δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.

Ἀπόλλων
ναί: ἀλλ᾽ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν: τοξόται γὰρ ἄμφω.

Διόνυσος
μέχρι μὲν τόξου τὰ αὐτά, Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δὲ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας. [p. 112]

Ἀπόλλων
οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις. γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε ές τὴν Ταυρικήν, συνεκπλεῦσαι μετ᾽ αὐτοῦ μυσαττομένη τὰς σφαγάς;

Διόνυσος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: