previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτων οὐδὲν ἔστιν οὔτε ἀκριβὲς ἀλλ᾽ οὐδὲ ἀληθὲς εὑρεῖν: οὔτε γὰρ γένος τἀνδρὸς οὔτε χρόνους, καθ᾽ οὓς ἦν, οὔτε τόπον, ἐν διέτριψε, δεδήλωκεν, ὀνόματα δὲ μόνον κοινὰ καὶ περιτρέχοντα ἐσπούδασε καὶ πλῆθος λόγων εἶπεν οὐδενὶ τῶν ... σύμφωνον. ἔδει δὲ τοὐναντίον. οὖν ἐγὼ αὐτὸς δι᾽ ἐμαυτοῦ κατελαβόμην, ταῦτ᾽ ἐστίν: Δείναρχος ῥήτωρ υἱὸς μὲν ἦν Σωστράτου, Κορίνθιος δὲ τὸ γένος, ἀφικόμενος δὲ εἰς Ἀθήνας, καθ᾽ ὃν χρόνον ἤνθουν αἵ τε τῶν φιλοσόφων καὶ ῥητόρων διατριβαί, Θεοφράστῳ τε συνεγένετο καὶ Δημητρίῳ τῷ Φαληρεῖ. εὐφυὴς δὲ περὶ τοὺς πολιτικοὺς λόγους γενόμενος ἀκμαζόντων ἔτι τῶν περὶ Δημοσθένην ἤρξατο λόγους γράφειν καὶ προῄει κατὰ μικρὸν εἰς δόξαν. μάλιστα δὲ ἤκμασε μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, Δημοσθένους μὲν καὶ τῶν ἄλλων ῥητόρων φυγαῖς ἀιδίοις καὶ θανάτοις περιπεσόντων, οὐδενὸς δ᾽ ὑπολειπομένου μετ᾽ αὐτοὺς ἀνδρὸς ἀξίου [p. 300] λόγου. καὶ διατετέλεκεν ἐτῶν πεντεκαίδεκα χρόνον λόγους συγγράφων τοῖς βουλομένοις, ἕως Κάσσανδρος τὴν πόλιν κατέσχεν. ἐπὶ δὲ Ἀναξικράτους ἄρχοντος, ἐφ᾽ οὗ κατέλυσαν τὴν ἐν τῇ Μουνυχίᾳ φρουρὰν ὑπὸ Κασσάνδρου κατασταθεῖσαν οἱ περὶ Ἀντίγονον καὶ Δημήτριον τοὺς βασιλεῖς, αἰτίαν ἔχων ἅμα τοῖς ἐπιφανεστάτοις Ἀθηναίων καίτοι ξένος αὐτὸς ὢν καταλῦσαι τὸν δῆμον, ὁρῶν ἠρεθισμένους τοὺς Ἀθηναίους καὶ μάλιστα τῷ πλουτεῖν ἑαυτὸν ὑφορωμένους, μὴ διὰ τοῦτο πάθῃ τι δεινόν, εἰσελθεῖν μὲν εἰς δικαστήριον οὐχ ὑπέμεινεν, ἐξελθὼν δὲ τῆς πόλεως καὶ ἐλθὼν εἰς Χαλκίδα τὴν ἐν Εὐβοίᾳ, τὸν ἀπ᾽ Ἀναξικράτους χρόνον ἕως Φιλίππου πεντεκαιδεκαετῆ γενόμενον ἐκεῖ διέτριψεν, εἴ τις αὐτῷ γένοιτο διὰ Θεοφράστου καὶ τῶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: