previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50. αὐτοῖς ἀρέσῃ κυρώσωσι. καὶ αὐτῷ καὶ Κάτων τε Μέτελλος οἵ τε ἄλλοι οἱ τὰ αὐτά σφισι βουλόμενοι ἰσχυρῶς συνεμάχουν. τοῦ γοῦν δημάρχου, τοῦ τὴν γῆν τοῖς τῷ Πομπηίῳ συνεξητασμένοις κατανεῖμαι ἐσηγουμένου, προσγράψαντος τῇ γνώμῃ τὸ καὶ πᾶσι τοῖς πολίταις, ὅπως τοῦτό τε αὐτὸ ῥᾷον ψηφίσωνται καὶ τὰ πραχθέντα αὐτῷ βεβαιώσωσι, κλήρους τινὰς δοθῆναι, ἐπὶ πᾶν Μέτελλος ἀνθιστάμενος ἐπεξῆλθεν, ὥστε [p. 178] καὶ ἐς τὸ οἴκημα ὑπ᾽ αὐτοῦ ἐμβληθῆναι καὶ τὴν [2] γερουσίαν ἐνταῦθα ἀθροῖσαι ἐθελῆσαι. ἐπεί τε ἐκεῖνος Λ̔ούκιος δὲ δὴ Φλάουιος ὠνομάζετὀ τό τε βάθρον τὸ δημαρχικὸν ἐν αὐτῇ τῇ ἐσόδῳ αὐτοῦ ἔθηκε, καὶ ἐπ᾽ αὐτῷ καθεζόμενος ἐμποδὼν ὥστε μηδένα ἐσιέναι ἐγίγνετο, τόν τε τοῖχον τοῦ δεσμωτηρίου διακοπῆναι ἐκέλευσεν ὅπως δι᾽ αὐτοῦ βουλὴ ἐσέλθῃ, καὶ ὡς νυκτερεύσων κατὰ χώραν [3] παρεσκευάζετο. μαθὼν οὖν τοῦθ᾽ Πομπήιος, καὶ αἰσχυνθείς τε ἅμα καὶ δείσας μὴ καὶ δῆμος ἀγανακτήσῃ, προσέταξε τῷ Φλαουίῳ ἀπαναστῆναι. ἔλεγε μὲν γὰρ ὡς τοῦ Μετέλλου τοῦτ᾽ ἀξιώσαντος, οὐ μὴν ἐπιστεύετο: τὸ γὰρ φρόνημα [4] αὐτοῦ κατάδηλον πᾶσιν ἦν. ἀμέλει τῶν ἄλλων δημάρχων ἐξελέσθαι αὐτὸν βουληθέντων οὐκ ἠθέλησεν. οὔκουν οὐδ᾽ αὖθις ἀπειλήσαντι τῷ Φλαουίῳ μηδὲ ἐς τὸ ἔθνος ἐπεκεκλήρωτο ἐπιτρέψειν αὐτῷ, εἰ μὴ συγχωρήσειέν οἱ διανομοθετῆσαι, ἐξελθεῖν, ὑπεῖξεν, ἀλλὰ καὶ πάνυ ἄσμενος ἐν τῇ πόλει κατέμεινεν. [5] οὖν Πομπήιος ἐπειδὴ μηδὲν διά τε τὸν Μέτελλον καὶ διὰ τοὺς ἄλλους διεπράξατο, ἔφη μὲν φθονεῖσθαί τε ὑπ᾽ αὐτῶν καὶ τῷ πλήθει τοῦτο δηλώσειν, φοβηθεὶς δὲ μὴ καὶ ἐκείνου διαμαρτὼν μείζω αἰσχύνην ὄφλῃ, 1 κατέβαλε τὴν ἀξίωσιν. [6] καὶ μὲν οὕτω γνοὺς ὅτι μηδὲν ὄντως 2 ἴσχυεν, ἀλλὰ τὸ μὲν ὄνομα καὶ τὸν φθόνον ἐφ᾽ 3 οἷς ἠδυνήθη ποτὲ εἶχεν, ἔργῳ δὲ οὐδὲν ἀπ᾽ αὐτῶν ἀπώνητο, μετεμέλετο ὅτι τά τε στρατόπεδα προαφῆκε

1 o)/flh| Dind., o)flh/sh| L.

2 o)/ntws Rk., ou(/tws L.

3 e)f' Pflugk, e)n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: