previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. καὶ περὶ μὲν ἐκείνου, ὅστις τε ἦν καὶ ὅτι τοὺς πολλοὺς ἐθεράπευε, τόν τε Πομπήιον ἄλλως μὲν 1 καθῄρει, δι᾽ ὧν δὲ δὴ τῷ τε ὁμίλῳ χαριεῖσθαι καὶ [p. 136] αὐτὸς ἰσχύσειν ἔμελλε προσεποιεῖτο, προείρηται: δὲ δὴ Κάτων οὗτος ἦν ἐκ τοῦ τῶν Πορκίων γένους καὶ τὸν Κάτωνα τὸν πάνυ ἐζήλου, πλὴν καθ᾽ ὅσον παιδείᾳ Ἑλληνικῇ μᾶλλον αὐτοῦ [2] ἐκέχρητο. ἤσκει δὲ τὰ τοῦ πλήθους ἀκριβῶς, καὶ ἕνα μὲν ἀνθρώπων οὐδένα ἐθαύμαζε, τὸ δὲ δὴ κοινὸν ὑπερηγάπα, καὶ πᾶν μὲν τὸ ὑπὲρ τοὺς ἄλλους πεφυκὸς ὑποψίᾳ δυναστείας ἐμίσει, πᾶν δὲ τὸ δημοτικὸν ἐλέῳ τῆς ἀσθενείας ἐφίλει. [3] καὶ δημεραστής 2 τε ὡς οὐδεὶς ἄλλος ἐγίγνετο, 3 καὶ τὴν ὑπὲρ τοῦ δικαίου παρρησίαν καὶ μετὰ κινδύνων ἐποιεῖτο. καὶ ταῦτα μέντοι πάντα οὔτε πρὸς ἰσχὺν οὔτε πρὸς δόξαν τιμήν τινα, ἀλλ᾽ αὐτῆς ἕνεκα τῆς τε αὐτονόμου καὶ τῆς ἀτυραννεύτου [4] διαίτης ἔπραττε. τοιοῦτος οὖν δή τις ὢν ἔς τε τὸ κοινὸν τότε πρῶτον παρῆλθε καὶ πρὸς τὰ ψηφιζόμενα, καίπερ μηδεμίαν τῷ Πομπηίῳ ἔχθραν ἔχων, ἀλλ᾽ ὅτι γε ἔξω τῶν πατρίων ἦν, ἀντεῖπεν.

1 me\n Rk., te L.

2 dhmerasth/s Naber, dh/mou e)rasth/s L.

3 e)gi/gneto R. Steph., e)ge/neto L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: