previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. μὲν οὖν μάχη τοιαύτη δή τις ἐγένετο, καὶ ἀπ᾽ αὐτῆς Πομπήιος πάντων τῶν ἑαυτοῦ πραγμάτων παραχρῆμα ἀπέγνω, καὶ οὐκέτ᾽ οὔτε 1 τῆς ἰδίας ἀρετῆς οὔτε τοῦ τῶν λοιπῶν στρατιωτῶν [p. 114] πλήθους οὔθ᾽ ὅτι πολλάκις τύχη δι᾽ ἐλαχίστου τοὺς πταίσαντας ἀναλαμβάνει λογισμόν τινα ἐποιήσατο, καίπερ ἐν τῷ πρόσθεν χρόνῳ πλεῖστον μὲν τὸ εὔθυμον πλεῖστον δὲ τὸ εὔελπι παρὰ πάντα ὅσα ἐσφάλη ἀεί ποτε σχών. [2] αἴτιον δὲ ὅτι ἐν μὲν ἐκείνοις ἀντίπαλος ὡς πλήθει τοῖς ἐναντίοις ὢν οὐ προελάμβανε τῇ γνώμῃ τὴν νίκην, ἀλλ᾽ ἐπ᾽ ἀμφότερα τὴν ἔκβασιν τῶν πραγμάτων, ἔν τε τῷ θαρσοῦντι καὶ πρὶν ἐς κατάπληξίν τινα ἀφικέσθαι, προσκοπῶν οὐκ ἠμέλει τῆς τοῦ χείρονος θεραπείας, καὶ διὰ τοῦτ᾽ οὔθ᾽ ὑπείκειν ταῖς συμφοραῖς ἠναγκάζετο καὶ ἀναμάχεσθαι ῥᾳδίως ἐδύνατο, τότε δὲ πολλῷ τοῦ Καίσαρος περισχήσειν ἐλπίσας οὐδὲν προείδετο. [3] οὔκουν 2 οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐδ᾽ ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε: τρῖψαί τε δυνηθεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι ῾στρατός τε γὰρ καθ᾽ ἑκάστην ἡμέραν αὐτῷ προσεγίγνετο, καὶ τὰ ἐπιτήδεια ἄφθονα ἅτε ἔν τε φιλίᾳ τῇ πλείστῃ χώρᾳ ὢν καὶ ναυκρατῶν εἶχεν᾽, ὅμως, εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ [4] τῶν συνόντων ἐκβιασθείς, συνέβαλε. καὶ διὰ ταῦτ᾽, ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξεπλάγη καὶ οὔτε τι 3 βούλευμα καίριον οὔτ᾽ ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. ὅταν γάρ τι ἀπροσδοκήτως τέ τινι καὶ μετὰ πλείστου παραλόγου προσπέσῃ, τό τε φρόνημα αὐτοῦ ταπεινοῖ καὶ τὸ λογιζόμενον ἐκπλήσσει, ὥστ᾽ αὐτὸν κάκιστόν τε καὶ ἀσθενέστατον τῶν [5] πρακτέων κριτὴν γενέσθαι: οὐ γὰρ ἐθέλουσιν οἱ [p. 116] λογισμοὶ τοῖς φόβοις συνεῖναι, ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δ᾽ ὑστερήσωσιν, ἡττῶνται.

1 ou)/te Pflugk, ou)de L.

2 ou)/koun Bk., ou)kou=n L.

3 ou)/te ti Xiph., ou)/ti e)/ti L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: