previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. προσεδόκων. ἐλυποῦντό τε οὖν, καὶ [p. 158] πολλὰ πρὸς ἀλλήλους, οἷς γε καὶ ἀσφάλειά τις ἦν, διελάλουν. οὐ γάρ που καὶ πᾶσιν ἀδεῶς συγγίγνεσθαι ἐδύναντο: καὶ γὰρ οἱ πάνυ φίλοι δοκοῦντές 1 τινων εἶναι, συγγενεῖς τε ἕτεροι, διέβαλλόν 2 σφας, τὰ μὲν παρατρέποντες τὰ δὲ καὶ [2] παντάπασι καταψευδόμενοι. ὅθεν οἱ λοιποὶ καὶ κατὰ τοῦτο οὐχ ἥκιστα ἐκακοπάθουν, ὅτι μήτε προσολοφύρασθαι μήτ᾽ ἐπικοινῶσαι ἔχοντες οὐδ᾽ 3 ἀπαλλαγῆναί ποτε αὐτοῦ ἐδύναντο. μὲν γὰρ πρὸς τοὺς ὁμοπαθεῖς συνουσία ἔφερέ τινα αὐτοῖς [3] κούφισιν, καί τις ἀσφαλῶς ἐκλαλήσας τέ τι καὶ ἀντακούσας οἷα ἔπασχον ῥᾴων ἐγίγνετο: δὲ δὴ πρὸς τοὺς οὐχ ὁμοήθεις ἀπιστία καθείργνυ τε ἐν ταῖς ψυχαῖς αὐτῶν τὴν ἀνίαν καὶ ἐπὶ πλεῖον αὐτὰς ἐξέκαε, μήτ᾽ ἀποφυγὴν 4 μήτ᾽ ἀνάπαυσίν τινα [4] λαμβανούσας. πρὸς γὰρ τῷ κατεχόμενα ἔνδον τὰ παθήματά σφας τηρεῖν, καὶ εὐλογεῖν αὐτὰ καὶ θαυμάζειν, ἑορτάζειν τε καὶ βουθυτεῖν εὐθυμεῖσθαί τε ἐπ᾽ αὐτοῖς ἠναγκάζοντο.

1 kai\ ga\r oi( pa/nu fi/loi dokou=ntes Bs., ka)\n ga\r pa/nu fi/loi e)do/koun L.

2 die/ballo/n R. Steph., die/balo/n L.

3 ou)d' Pflugk, ou)/t' L.

4 mh/t' a)pofugh\n Cary, mhtaporahn L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: