previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36. τότε μὲν οὕτως ἐπαύσαντο, αὖθις δὲ οὐ πολλῷ ὕστερον ἐκινήθησαν ὥστε καὶ πολεμῆσαι. γὰρ Ποθεινὸς τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένος ῾εὐνοῦχος δὲ ἦν καὶ τοὺς Αἰγυπτίους ἐν τοῖς μάλιστα [2] συνετεταράχεἰ, δείσας μὴ καὶ δίκην ποτὲ ἐπὶ τούτῳ δῷ, πέμπει κρύφα πρὸς τὸν Ἀχιλλᾶν περὶ τὸ Πηλούσιον ἔτι καὶ τότε ὄντα, καὶ αὐτὸν [p. 172] ἐκφοβήσας τε ἅμα καὶ ἐπελπίσας προσηταιρἵ̣̣̓ σατο, καὶ μετὰ τοῦτο καὶ τοὺς ἄλλους τοὺς [3] τὰ ὅπλα ἔχοντας ᾠκειώσατο. πᾶσί τε γὰρ ὁμοίως δεινὸν ἐδόκει εἶναι ὑπὸ γυναικὸς ἄρχεσθαι, ὑποψίᾳ τοῦ τὸν Καίσαρα τότε μὲν ἐπὶ τῇ καταστάσει σφῶν ἀμφοτέροις δῆθεν αὐτοῖς τὴν βασιλείαν δεδωκέναι, προϊόντος δὲ δὴ τοῦ χρόνου [4] μόνῃ τῇ Κλεοπάτρᾳ αὐτὴν προσθήσειν: καὶ ἀντίπαλοι τῷ τότε παρόντι αὐτοῦ στρατῷ ἐνόμιζον εἶναι. καὶ οἱ μὲν ἐπὶ τὴν Ἀλεξάνδρειαν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: