[94]
Ῥητογένης δέ, ἀνὴρ Νομαντῖνος, ᾧ Καραύνιος ἐπίκλησις ἦν, ἄριστος ἐς ἀρετὴν Νομαντίνων, πέντε πείσας φίλους, σὺν παισὶν ἄλλοις τοσοῖσδε καὶ ἵπποις τοσοῖσδε ἐν νυκτὶ συννεφεῖ διῆλθε λαθὼν τὸ μεταίχμιον, κλίμακα φέρων πτυκτήν, καὶ φθάσας ἐς τὸ περιτείχισμα ἀνεπήδησεν αὐτός τε καὶ οἱ φίλοι, καὶ τοὺς ἑκατέρωθεν φύλακας ἀνελόντες τοὺς μὲν θεράποντας ἀπέπεμψαν ὀπίσω, τοὺς δ᾽ ἵππους διὰ τῆς κλίμακος ἀναγαγόντες ἐξίππευσαν ἐς τὰς Ἀρουακῶν πόλεις σὺν ἱκετηρίαις, δεόμενοι Νομαντίνοις συγγενέσιν οὖσιν ἐπικουρεῖν. τῶν δ᾽ Ἀρουακῶν οἱ μὲν οὐδ᾽ ὑπήκουον αὐτῶν, ἀλλ᾽ εὐθὺς ἀπέπεμπον δεδιότες. Λουτία δὲ πόλις ἦν εὐδαίμων, τριακοσίους σταδίους ἀφεστῶσα ἀπὸ Νομαντίνων, ἧς οἱ μὲν νέοι περὶ τοὺς Νομαντινους ἐσπουδάκεσαν καὶ τὴν πόλιν ἐς συμμαχίαν ἐνῆγον, οἱ πρεσβύτεροι δ᾽ ἐμήνυσαν κρύφα τῷ Σκιπίωνι. καὶ ὁ Σκιπίων ὀγδόης ὥρας πυθόμενος ἐξήλαυνεν αὐτίκα σὺν εὐζώνοις ὅτι πλείστοις, καὶ ἅμα ἕῳ τὴν Λουτίαν φρουρᾷ περιλαβὼν ᾔτει τοὺς ἐξάρχους τῶν νέων. ἐπεὶ δ᾽ ἐξωρμηκέναι τῆς πόλεως αὐτοὺς ἔλεγον, ἐκήρυξε διαρπάσειν τὴν πόλιν, εἰ μὴ τοὺς ἄνδρας παραλάβοι. οἱ μὲν δὴ δείσαντες προσῆγον αὐτούς, ἐς τετρακοσίους γενομένους: ὁ δὲ τὰς χεῖρας αὐτῶν ἐκτεμὼν ἀνέστησε τὴν φρουράν, καὶ διαδραμὼν αὖθις ἅμ᾽ ἕῳ τῆς ἐπιούσης παρῆν ἐς τὸ στρατόπεδον.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.