previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] ἐπεὶ δ᾽ ἐπέλειπεν αὐτὸν ἀγορὰ καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ, ἀναζεῦξαι μὲν οὐκ εὐπρεπὲς ἡγεῖτο εἶναι Σκιπίων: θυσάμενος δέ, καὶ εὐθὺς ἐπὶ ταῖς θυσίαις τὴν στρατιὰν ἐς ἐπήκοον ἐλάσας, καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα διαθεὶς πάλιν ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ, καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. χρῆναι δὲ θαρρεῖν θεῷ μᾶλλον πλήθει στρατοῦ: καὶ γὰρ τῶν πρότερον ἔργων κατὰ θεόν, οὐ κατὰ πλῆθος κρατῆσαι. ἔς τε πίστιν τῶν λεγομένων τὰ ἱερὰ παραφέρειν ἐς τὸ μέσον ἐκέλευε τοὺς μάντεις. καὶ λέγων ὁρᾷ τινὰς οἰωνοὺς πετομένους, οὓς μεθ᾽ ὁρμῆς καὶ βοῆς αὐτόθεν ἐπιστραφεὶς ἐδείκνυέ τε, καὶ ἔλεγεν ὅτι οἱ σύμβολα νίκης οἱ θεοὶ καὶ τάδε ἔπεμψαν. συνεκινεῖτο δὲ πρὸς αὐτὰ ἐνθέως ὁρῶν καὶ βοῶν. καὶ στρατιὰ πᾶσα ἐς τὰς ἐκείνου φαντασίας, περιφερομένου δεῦρο κἀκεῖσε, συνεπεστρέφετο, καὶ πάντες ὡς ἐπὶ νίκην ἕτοιμον ἠρεθίζοντο. δ᾽ ἐπεὶ πᾶν εἶχεν ὅσον τι καὶ ἐβούλετο, οὐκ ἀνέθετο, οὐδ᾽ εἴασε τὴν ὁρμὴν ἐκλυθῆναι, ἀλλ᾽ ὡς ἔτι ὢν θεόληπτος, ἔφη δεῖν ἐπὶ τοῖσδε τοῖς σημείοις εὐθὺς ἀγωνίσασθαι. καὶ φαγόντας ἐκέλευεν ὁπλίσασθαι, καὶ ἐπῆγεν ἀδοκήτως τοῖς πολεμίοις, τοὺς μὲν ἱππέας Σιλανῷ, τοὺς δὲ πεζοὺς Λαιλίῳ καὶ Μαρκίῳ παραδούς:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: