previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58] ἐκδέχεται δ᾽ αὐτὸν Μάρκος Ἀτίλιος, ὃς Λυσιτανῶν μὲν ἐς ἑπτακοσίους ἐπιδραμὼν ἀπέκτεινε, καὶ τὴν μεγίστην πόλιν ἐξεῖλεν, ὄνομα Ὀξθράκαι, τὰ δ᾽ ἐγγὺς καταπληξάμενος ἅπαντα ἐπὶ συνθήκαις παρέλαβεν. καὶ τούτων ἦν ἔνια τοῦ Οὐεττώνων ἔθνους, ὁμόρου τοῖς Λυσιτανοῖς. ὡς δ᾽ ἀνεζεύγνυε χειμάσων Ἀτίλιος, αὐτίκα πάντες μετετίθεντο καί τινας Ῥωμαίοις ὑπηκόους ἐπολιόρκουν: οὓς ἐπειγόμενος ἐξελεῖν τῆς πολιορκίας Σέρουιος Γάλβας Ἀτιλίου διάδοχος, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ πεντακοσίους σταδίους διελθὼν ἐπιφαίνεται τοῖς Λυσιτανοῖς, καὶ εὐθὺς ἐς μάχην ἐξέτασσε, κατάκοπον τὸν στρατὸν ἔχων. τρεψάμενος δ᾽ εὐτυχῶς τοὺς πολεμίους, ἐπέκειτο φεύγουσιν ἀπειροπολέμως. ὅθεν ἀσθενοῦς αὐτῷ καὶ ἀσυντάκτου τῆς διώξεως οὔσης διὰ κόπον, οἱ βάρβαροι κατιδόντες αὐτοὺς διεσπασμένους τε καὶ ἀναπαυομένους κατὰ μέρη συνελθόντες ἐπέθεντο, καὶ κτείνουσιν ἐς ἑπτακισχιλίους. δὲ Γάλβας μετὰ τῶν ἀμφ᾽ αὐτὸν ἱππέων κατέφυγεν ἐς Καρμώνην πόλιν, ἔνθα τοὺς διαφυγόντας ἀνελάμβανε, καὶ συμμάχους ἀθροίσας ἐς δισμυρίους διῆλθεν ἐς Κουνέους, καὶ παρεχείμαζεν ἐν Κονιστόργει.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), CARMO
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: