Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
θ πατέρα δὲ προὔκρινα μᾶλλον, οὐδὲ τὸν
ἄπαιδα παραιτούμενος, ἂν ἀγαθὸς ᾖ: ἐάν τε
γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ
φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα
στρατηγὸν πρὸς πατρίδα, δεινοὶ καὶ ὀξεῖς
μύωπες πατρός, οἷοί τε ἀναστῆσαι θυμὸν ἐπὶ
πολεμίους, ἄν τε τέλειοι, σύμβουλοι καὶ συστράτηγοι
καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται
γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα.