Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
καίτοι
οὐκ ἠγνόηκα, ὅτι μᾶλλον ἄν τις εἵλετο πάνθ̓
ἑαυτοῦ καὶ τῆς ἰδίας ἀγχινοίας τὰ στρατηγήματα
δοκεῖν εἶναι, πλείονα θηρώμενος ἔπαινον τῶν πιστευσάντων,
ἢ ἀπὸ τῆς ἀλλοτρίας ἐπινοίας: ἐγὼ
δὲ οὐ παρὰ τοῦτ̓ ἐλαττοῦσθαι δοκῶ.