Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν
προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην ἄν τις
εὔκαιρον ὥραν νομίζῃ τῆς νυκτός, ἀνοίξειν τὰς
πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως
ἀντιπραττόντων ἢ φρουρᾷ τῶν ἔνδον πολεμίων
ἐπιθήσεσθαι: κἄπειτα δυεῖν θάτερον συμβέβηκεν,
ἤτοι θᾶττον ἢ ἔδει προσπελάσαντα τὸν
τῶν πολεμίων στρατὸν κατάφωρον γενέσθαι,
πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως
ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα τοῖς
μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωραθεῖσιν,
αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι.