Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν
κελεῦσαι προνομεύοιεν, οὗτοι κολαζέσθων. αὐτός
γε μὴν ὅτ̓ ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ, τοῖς
ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω μαχίμους ἱππεῖς
καὶ πεζούς, οἳ περὶ μὲν τὴν λείαν οὐκ ἀσχολήσονται,
μένοντες δὲ ἐν τάξει παραφυλάξουσι
τοὺς προνομεύοντας, ἵν̓ ᾖ σφισιν ἀσφαλὴς
ἡ ἀποχώρησις.
[p. 416]