Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν
καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον
τῶν πρωτοστατῶν: οὐχ ἧττον γὰρ ἀποκωλύουσιν
οἱ κατ̓ οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας
ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας ὁ στρατηγὸς
τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ
κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν
παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν
πολεμίων, ἢ καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις
ἤδη κυκλωθῆναι τὰ νῶτα τοῖς τῶν προηγουμένων
νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην.