Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀνατεινόντων δὲ κατὰ τὰς ἐφόδους ἀθρόοι,
πρὶν εἰς χεῖρας ἐλθεῖν, ὑπὲρ τὰς κεφαλὰς μετέωρα
τὰ ξίφη πρὸς τὸν ἥλιον θαμὰ παρεγκλίνοντες:
ἐσμηγμέναι γὰρ αἰχμαὶ καὶ λαμπρὰ ξίφη καὶ
ἐπάλληλα παραμαρμαίροντα πρὸς ἀνταύγειαν
ἡλίου δεινὴν ἀστραπὴν πολέμου προεκπέμπει:
καὶ ταυτὶ μὲν εἰ γίγνοιτο καὶ παρὰ τοῖς πολεμίοις,
ἀντικαταπλήττειν ἀναγκαῖον, εἰ δὲ μή, προεκπλήττειν.