Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὐ μὴν ἀλλὰ μήθ̓ οὕτως ἄστατος ἔστω τὴν διάνοιαν,
ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν, μήθ̓
οὕτως αὐθάδης, ὡς μή τι καὶ παῤ ἄλλῳ τοῦ παῤ
αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι: ἀνάγκη γὰρ
τὸν τοιοῦτον ἢ πᾶσι προσέχοντα καὶ μηδὲν
αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν, ἢ μηδ̓
ὀλίγ̓ ἄλλων ἀκούοντα, πάντα δ̓ αὑτοῦ, πολλὰ
καὶ δεινὰ διαμαρτάνειν.
[p. 390]