Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὅνπερ δ̓ ἂν
τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ
δεῖ τοὺς ναύτας ποιεῖν, αὐτὸς πράττοι, κινδυνεύειν
ἂν συμβαίη τὸ σκάφος, τοῦτον, εἰ στρατηγὸς
ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς
τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν
ὅλων ἀκυβέρνητος ἀμέλεια τὴν ἀναγκαιοτέραν ἄπρακτον
ποιήσει βοήθειαν.