Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὅθεν ἐπιφαίνειν
μὲν δεῖ τῷ πλήθει τὸ φιλοκίνδυνον, ἵνα τὴν
προθυμίαν ἐκκαλῆται τῶν στρατιωτῶν, ἀγωνίζεσθαι
δὲ ἀσφαλέστερον, καὶ τοῦ θανάτου μὲν
καταφρονεῖν, εἴ τι πάσχοι τὸ στράτευμα, μηδ̓
αὑτὸν αἱρούμενον ζῆν, σωζομένου δὲ καὶ τὴν
ἰδίαν φυλάττειν ψυχήν: ἤδη γὰρ ἐπικυδέστερα τὰ
τῶν φιλίων ὄντα ποτὲ στρατηγὸς ἀποθανὼν
ἐμείωσεν: οἱ μὲν γὰρ πταίοντες ἐπανεθάρρησαν
τὸ ἀντίπαλον ἀστρατήγητον ἰδόντες, οἱ δ̓ εὐτυχοῦντες
ἐδυσθύμησαν τὸν ἴδιον ἡγεμόνα ζητοῦντες.