Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τιμαὶ δ̓ ἔστωσαν μὲν καὶ
αἱ κατὰ τὰ πάτρια καὶ κατὰ τὰ παῤ ἑκάστοις
νόμιμα: στρατηγικαὶ δὲ αὗται: πανοπλίαι,
κόσμοι, λαφύρων δόσεις, πεντηκονταρχίαι, ἑκατονταρχίαι,
λοχαγίαι, τάξεων ἀφηγήσεις, καὶ
αἱ ἄλλαι αἱ κατὰ νόμους παῤ ἑκάστοις ἡγεμονίαι:
τῶν μὲν ἰδιωτῶν τοῖς ἀνδραγαθήσασιν αἱ ἥττους
ἐξουσίαι, τῶν δὲ ἡγεμόνων τοῖς ἀριστεύσασιν
αἱ μείζους ἡγεμονίαι: αὗται γὰρ ἀμοιβαί τε
μεγαλόψυχοι τοῖς ἤδη τὸ γενναῖον εἰργασμένοις
προτροπαί τε ἀναγκαῖαι τοῖς τῶν αὐτῶν ἐπιθυμοῦσιν.
[p. 486]