Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
τοὺς μέντοι πολιορκουμένους, μηδ̓ ἂν
πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις τὸ αὐτὸ
στρατήγημα ἀντεισοίσεσθαι τὸ γὰρ κινδυνεῦον,
οὐδ̓ ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι βούλεται:
φόβῳ γὰρ τοῦ δεινοῦ, παῤ ὃν ἀναπαύεται χρόνον,
ὡς ἁλωσομένης τῆς πόλεως ἐγρήγορε: καὶ τὸ
πολιορκούμενον, κἂν ὀλίγον ᾖ τὸ πολιορκοῦν
αὐτό, πασσυδὶ προσαμύνει, καὶ πᾶν ὅσον ἐντειχίδιόν
ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβερώτερον,
ὡς, εἰ παρὰ μικρὸν ἀμελήσαιεν, ἀπολούμενοι
πάντες.